ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:8-14
SBL Greek New Testament
8 τοῖς δὲ δειλοῖς καὶ [a]ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, [b]τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν [c]νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου. 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν [d]πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ [e]τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ [f]ἐστιν τῶν δώδεκα [g]φυλῶν υἱῶν Ἰσραήλ· 13 ἀπὸ [h]ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· 14 καὶ τὸ τεῖχος τῆς πόλεως [i]ἔχων θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:8 ἀπίστοις WH Treg NIV ] + καὶ ἁμαρτωλοῖς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 τῶν γεμόντων WH Treg NIV ] γεμούσας RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 νύμφην τὴν γυναῖκα WH Treg NIV ] γυναῖκα τὴν νύμφην RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:10 πόλιν WH Treg NIV ] + τὴν μεγάλην RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 τοῖς πυλῶσιν WH NIV RP ] τοὺς πυλῶνας Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 ἐστιν WH ] + τὰ ὀνόματα Treg NIV; + ὀνόματα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 φυλῶν WH Treg NIV ] + τῶν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:13 ἀνατολῆς WH Treg NIV ] ἀνατολῶν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:14 ἔχων WH Treg NIV ] ἔχον RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software